ΚΡΟΚΩΤΟΦΟΡΟΥΝΤΕΣ

recensere

Κωμῳδία. (ἀτελής)

ΤΑ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΩΠΑ

recensere

Ζεύς, Ἑρμῆς, Γαλατίς, Φίλιππος, Χορὸς Κροκωτοφορούντων

ΠΡΟΛΟΓΟΣ

recensere
ΖΕΥΣ

οἴμ’ ὡς ἐμοίγ’ ὁδὸς ἥδ’ ἐπ’ ἀνθρώπων πέδῳ
στυγητός ἐστι καὶ μάλιστ’ ἐν ἔθνεσιν
τοῖς βαρβάροις, δεινῶν δὲ πάνυ γε τῶν ἐθῶν
τοῦ φληναφᾶν πέρι καὶ πατεῖν καίτοι φαγεῖν.
πατήρ γὰρ εἰμὶ τῶν θεῶν, Ζεὺς τοὔνομα·
καὶ μήν γε μ’ ἤδη ’γνώτε· μετὰ δὲ τὸν κόρον
ἥκω παρ’ ὑμᾶς, πρῶτα μὲν τούτων χάριν,
ὅτι δὴ κοπιῶν ἐκ πολέων τῶν Ἑλληνικῶν,
καλῶν γε μεγάλων τ’, ἀλλὰ τὰς ἀλλοτρίας
ἰδεῖν ἐθέλω. κἄπειτα δαὶ δι’ ἄλλο τι·
γυναῖκα γάρ μου πικροτάτην μετέρχομαι
ἔναγχος ἡμῶν ἐκφυγοῦσαν οἰκίας,
ἐπεὶ κόρῃ τῳ μ’ ἔλαβεν αὖθις αὖ δόλῳ
μιχθέντα κρύβδην, ὧν ἐμοῦ κατώμοσεν
δίκην λαβεῖν· ἔφη γὰρ ὡς μέλλει τινας
ἄνδρας θεραπεύειν κἄτι βασιλικωτερούς
αὑτῆς συνεύνου. δηλαδὴ μὲν οὐδένα
εὑρήσεται τοιόνδε, μείζονα Δίος· ἀλλ’ ὅμως
μέντοι ταχύνειν χρῆ, πρὶν ἢ τι συμφορῶν
κακῶν ἐγένετo· Δία γὰρ ἄλλων, ὡς λέγω,
ἄλοχον λαβεῖν ἔξεστιν, αὐτοῦ δ’ ἄλλον οὔ.
καὶ νῦν ἔλεγε μοι παῖς ἐμὸς κῆρυξ θεῶν,
ταύτην ἐπὶ χώραν ὡς κατῆλθεν ἡ γυνή.
εἰ δ’ εἶπεν ὀρθῶς, μαίνεται· καὶ μὴν ἐγώ
ὅπως τάχιστα δεῦρ’ ἀφικνόμην, ἁλός
ὀσμὴν κακήν τιν’ ὠσφρόμην καὶ δυσχερή,
ἤκουσα γάρ τοῦτ’ οὐδὲ πιστεύων, γένος
εἶναι βδελυρόν πάσης τε πάντως ἐνδεές
εὐκοσμίας, ὃ βόσκεται τοι τῷ κόπρῳ
ὡς βρῶμα.

ΕΡΜΗΣ

        τάχα μὲν γ’, ὦ πάτερ· ἔνθα δ’ οὐκ ἐμοί
δοκοῦσι τούτοις οὐδὲ τοιούτοις τισίν
φῦναι συνήθεις.

ΖΕΥΣ

        ἀλλὰ πόθεν ὀσμὴ κόπρου
ἥδ’ ἐκ καπηλείων γε;

ΕΡΜΗΣ

        τοῦ τυροῦ, δοκῶ.

ΖΕΥΣ

πῶς; φῄς γὰρ αὐτοὺς τυρὸν ὡς κόπρον φαγεῖν;

ΕΡΜΗΣ

ἔοικε.

ΖΕΥΣ

        ποῦ γῆς ἐσμέν;

ΕΡΜΗΣ

        ἔν τοι Γαλατίᾳ.
καὶ θαῦμα σοῦ τὸ μηδέπω τόδε χωρίον
γνῶναι· σὺ γὰρ δὴ πρόσθεν ἐλθὼν ἐνθάδε
ἄγαν μὲν εἶπες χωρίου τοῦδ’ εὐμορφίαν,
γένος δὲ Γαλατῶν ἔτεκες, ὥστε μήποτε
αὐτὴν ἀμείνω γεγόνεναί τι τοὐρανοῦ.

ΖΕΥΣ

ὀρθῶς γε φῄς· ἀλλ’ οὐκ ἔχειν οὕτω κακῶς
ᾤμην τόδε δὴ καὶ τἄλλα δρῶν.

ΕΡΜΗΣ

        τί διαφέρει;
οὔκουν γ’ ἐθέλεις τὸν βασιλέα τ’ ἐπισκοπεῖν
καὶ τοὺς ἀρίστους; οἶσθα δῆτα δεῖν ἐμέ
ὀρθοῦν τάδε καὶ σὲ.

ΖΕΥΣ

        διαφέρει δή μοι μόνον
εὑρεῖν γυναῖκα. τοὺς δ’ ἐπιχωρίους μάτην
ἐπωφελεῖν πεῖρ’, ἢν ἐθέλῃς.

ΕΡΜΗΣ

        πείθου, πάτερ·
ἢν γὰρ πέλας που πάρουσα τυγχάνῃ
ἡ σὴ γυνὴ, χρῆ καὶ πυθέσθαι κυρίων
πρῶτον παρ’ ἄνδρων· εἰκότως τούτοις ἔβη.

ΖΕΥΣ

ναί, ναί· τί δ’ ἐστιν, εἰπ’, ὄνομα τοῦ βασιλέως;

ΕΡΜΗΣ

οὐκ οἶδα.

ΖΕΥΣ

        πῶς; ἐκέλευσα τοῦτο σ’ ἐκμαθεῖν.

ΕΡΜΗΣ

καὶ μὴν ἐπάρην, ἀλλ’ οὐ φέροις ἄν ῥᾳδίως
θράσος τοσοῦτ’· ἐκαλεῖτο παρ’ ἐπιχωρίοις
Γαλατὴς μόνον Ζεύς.

ΖΕΥΣ

        φεῦ, παπαῖ· κλέπτουσι νῦν
καὶ τοὔνομά μου τοιοίδε θνητοὶ δυσσεβεῖς;
τοῦτ’ ἔργον Ἥρας ἐστι, δῆλον· ὡς ὕβριν
ἐδίδαξα Γαλατὰς, καὶ μάλιστα κυρίους.
πάρεστιν, ᾔδειν· βασιλικὴν δ’ ἐς οἰκίαν
ἔλθωμεν, ἄγε, καίτοι γυναῖκ’ ἀπολαμβάνειν
καὶ τόνδε Γαλατὴν Δία καλοῦμενον σκοπεῖν.
ἀλλ’ εἶδον αὐτοῦ ’γχώριον γυναῖκα γῆς
ταύτης. τάχ’ ἄν ἡμῖν γενήσοιθ’ ἡγέμων.
καὶ μὴν σὺ δεῦρ’ ἐλθ’ ὦ γύναι. ναί, δεῦρο σύ·
ἆρ’ οἶσθα τίς τε καὶ πόθεν ἦλθον;

ΓΑΛΑΤΙΣ

        οὐδαμῶς.

ΖΕΥΣ

ἀτὰρ θεός γ’ εἰμί, Ζεὺς δὲ Κρονίδης τοὔνομα.

ΓΑΛΑΤΙΣ

κἀγώγε φημὶ παγκράτης. ἀλλ’ ἤν λόγος
ὁ σὸς τελευτᾷ, κἀμὲ δεῖ νῦν ἄλλοσε.

ΖΕΥΣ

ἄληθες; ἀλλὰ τίς θεῶν ἂν τυγχάνοις;

ΕΡΜΗΣ

τὴνδ’ οὐ νομίζω σοῖς λόγοις πιστευκέναι.

ΖΕΥΣ

καὶ πάνυ γε μὴν οὖν, ἀλλ’ ὅμως φρουρεῖ· θεούς
πολλοὺς λέγουσι καὶ δυνατοὺς ἐν βαρβάροις
εἶναι, μαγεύειν πάντες οἷοί τ’, οὐδ’ ἐγώ
βάτραχος γενέσθ’ ἂν ἐθέλοιμι κἄλλο τι.
ἀτὰρ μακαρίως τυγχάνοιμεν ἂν ἔχειν·
ἦ μὴν ἐρῶσι μ’ αἱ γυναῖκες καὶ θεοί
καίπερ ἐν ἔθνει δῆτα βαρβάρῳ. σὺ δέ,
ὦ παῖ φίλη, μῶν καὶ Διός ἂν καταφρονοῖς
δώρημα σπέρμα; κᾆτα τέξεις Ἡρακλῆ
σαυτοῦ, πρότερον ἢν συγκατακλίνειν μοι μέλῃς.

ΓΑΛΑΤΙΣ

ἀπολεῖ, κάκιστε.

ΖΕΥΣ

        φεῦ, παπαῖ.

ΕΡΜΗΣ

        τί πάθων, πάτερ;

ΖΕΥΣ

οὐκ οἶδα· κἄφνω γοῦν πρόσωπον κάομαι.
ἢ ἢ γύνη ποῦ ’σθ’ ἡ πανώλεθρος σφόδρα·
οἴμ’ ἀλλὰ δῆτα φαρμακίς τις πάγκακος
ἡμῖν τέτευχεν. ἐσκέδασε γὰρ ὄψεσιν
ὁμίχλην πάνυ πικράν, κοὐδὲν οἷός τ’ ἦν ἰδεῖν.

ΕΡΜΗΣ

θάρρει· κονία γοῦν τάχ’ ἂν εἴη τόδε
τὸ φάρμακον ἢ τοιοῦτο. λοῦσαι, σῶς ἔσῃ.

ΖΕΥΣ

ἰοὺ ἰού·
ποῦ γῆς ὕδατος τεύξομαι γε;

ΕΡΜΗΣ

        τέλμα τι καθορῶ.

ΖΕΥΣ

ἦ μὴν ἐλύθην. ἀλλὰ τι τοῦτο γεῦματος;
οἶμ’ οὖρόν ἐστι κοὐχ ὕδωρ. παπαῖ παπαῖ.

ΕΡΜΗΣ

τάχ’ ἂν βοηθοῖ γ’, ὡς κατὰ τοὺς Σῆρας νόσους
τοὖρον τὸ κόρου πάντας ἀκεῖται καταποθέν.

ΖΕΥΣ

μήποτε σὺ τούτους μοι λέγει. μόλις ἔφυγον,
ὅπως παρ’ αὐτοῖς ἦν, ἐπεῖ μέγας λόχος
νεωτεροποίων τις ἐγένοντο τοὺς θεούς
μέλλων φονεύειν· καὶ μάλιστ’ ἂν ἀπέθανον
τότ’ αὐτόθ’, ἢν μὴ ’ξηπάτησ’ ὡς ἡγέμων
νεωτερισμοῦ πρῶτος αὑτός ἦν ἐγώ,
οὕνεκα γενειῶ καθάπερ οὗτος, διό τ’ ἐμέ
ἔλυσαν. ἀλλ’ ἦ τὸν πρόσωπον οὐκέτι
φλέγει· βοηθεῖ δῆτα τοὖρον φλέγματι.

ΕΡΜΗΣ

χαίρω μέν, ἀλλὰ τίς ποτ’ ἐστιν οὑτοσί;
ἥκει γὰρ ὥσπερ λωποδύτης εἰργασμένος.
δεῦρ’ ὦ κακοῦργε· δηλαδή τι ’δρας κακῶν.

ΦΙΛΙΠΠΟΣ

οἴμοι τίνες ἐστέ;

ΕΡΜΗΣ

        σὺ μὲν ἀποκρίνου πρίν γ’ ἐμοί.

ΦΙΛΙΠΠΟΣ

εἶεν· κακοῦργος οὐδέν εἰμ’, ἀλλ’ οἰκέτης.

ΖΕΥΣ

τίς δεσπότης σου;

ΦΙΛΙΠΠΟΣ

        παγκράτης Ζεύς Κρονίδης.

ΖΕΥΣ

εὖγ’ εὖγέ τοι νὴ ’μαυτόν· ἄγε πληγὰς λαβέ.

ΦΙΛΙΠΠΟΣ

τίη; παρά σοί γ’ οὐδὲ δουλεύω ποτέ.

ΖΕΥΣ

ἀλλ’ αὐτὸς εἶπες ὅτι σύ δοῦλος εἶ Διός.

ΦΙΛΙΠΠΟΣ

μάλιστα γ’ ἐκείνου τοῦ Διὸς τοὐγχωρίου.

ΖΕΥΣ

οἴμοι καταγελᾷς· Ζεὺς γάρ ἐγὼν Ὀλύμπιος,
Ἑρμῆς δὲ τέκνον οὗτος. ἡγοῦ δ’ αυτίκα
εἰς οἰκίαν σοῦ δεσπότου τούτου Διός,
ὅπως κολάζω τόνδε ταυτησί θ’ ὕβρεως
ἄλλων τ’ ἀδικίων ἕνεκα. τουτὶ δ’ εἰπέ μοι·
ἆρ’ οὐ γυναῖκα παρανόμον κακήν τ’ ἔχει
ἀδικεῖν ἐπαιροῦσαν; πάντα γὰρ δὴ τῶν κακῶν
πράγματα γυναικῶν ἐστιν οὔτ’ αὐτῶν ἄνευ.

ΦΙΛΙΠΠΟΣ

οὐ μὲν γυναῖκα, γραῦς δέ· καὶ μὴν πολλάκις
αὐτὸν κελεύει, δοῦσα γοῦν τοὔνομα Διός.

ΖΕΥΣ

Ἥρα ’στι, δῆλον. εὔγε νὴ ’μαυτόν· σὺ δέ
μηδὲν χρονίζεις, ἀλλ’ ἄγαγ’ ἡμᾶς αὐτόσε.

ΦΙΛΙΠΠΟΣ

ἀλλ’ οὐδαμ’ οἷός τ’ εἰμι.

ΖΕΥΣ

        ποῖ φθονεῖς, κυόν;

ΦΙΛΙΠΠΟΣ

οὐκ οἶδ’ ὅπου ’στιν· οἴχεται γὰρ ἄλλοθι.

ΖΕΥΣ

χοὖτος Γαλατὴς Ζεύς; οἶσθα γοῦν ὅποῦ μένει;

ΦΙΛΙΠΠΟΣ

ἔκδημός ἐστιν· ἦλθε γὰρ πρὸς Ἀμερικήν.

ΖΕΥΣ

μὴ μ’ ἐξαπατήσῃς· ἀγνοῶ τὴν Ἀμερικήν.

ΦΙΛΙΠΠΟΣ

ἦ μὴν ἀμαθὴς εἶ. γῆ γάρ ἐστιν ἕσπερος
ἄποθέν τε, γένος δὲ βαρβαρώτατόν τί τοι
αὐτοῦ, θεῶν δ’ οὐδένα νομίζον δαίμονων
πλὴν ἢ τὸ κέρδος. θηρίον δέ τι προστάτης
ξανθόν, κενοφωνίας μὲν οὕνεχ’ αἱρεθέν,
ὄνοι δὲ γὰρ ἦσαν ἀνταγωνισταί τινες.

ΖΕΥΣ

οἴμ’ εἴθε μήποτε τυγχάνοιμ’ ἐν Ἀμερικῇ·
πρέπει κόρῃ μου θηρία τοιαῦτ’, οὐκ ἐμοί.

ΕΡΜΗΣ

οὐκοῦν, πάτερ, χρὴ παραμένειν ἐν Γαλατίᾳ.

ΦΙΛΙΠΠΟΣ

ἢ ἤ με λύσατ’, ἀντιβολῶ· δεῖ γὰρ φυγεῖν,
κἂν παραμένω, καὶ δὴ φθεροῦμαι διὰ τάχους.

ΕΡΜΗΣ

ἦ μὴν ἔφην· κακοῦργος ὥς ἐστιν, σαφῶς·
φεύγει γὰρ οὗτος αἴτιος κεἰργασμένος.

ΦΙΛΙΠΠΟΣ

φεύγω γε καθαρός.

ΖΕΥΣ

        τίς διώκει καὶ τίη;

ΦΙΛΙΠΠΟΣ

αὑτοὶ κακοῦργοι· πυρὶ γὰρ ἧψαν τὴν πόλιν
ἡμῖν ἐπιόντες, καίπερ αἰτοῦντες σφόδρα
ἐμοῦ τ’ ἐκείνου τ’ ὀστρακισμόν τοῦ Διός.

ΖΕΥΣ

καλῶς γέ φημι· χρὴ γὰρ ὑμᾶς νουθετεῖν,
ἵνα μὴ δοκῆτε μήποτ’ ἰσοῦσθαι τοῖς θεοῖς.

ΦΙΛΙΠΠΟΣ

ἰὼ μ’ ἐλέησον· οἵδε μ’ ἢν λάβωσί που
κροκωτοφοροῦντες, παρατενοῦμαι παρὰ κυνᾶς.

ΖΕΥΣ

κροκωτοφοροῦσας γ’ ἆρα φῄς;

ΦΙΛΙΠΠΟΣ

        οὔκ, εἰσὶ γάρ
ἄνδρες τε πολλοὶ καὶ γυναῖκες ἐν στάσει.

ΖΕΥΣ

καὶ μὴν κροκωτὸν γοῦν φοροῦσιν, ὡς λέγεις;
ἦ Κιμμερίκ᾽ ὀρθοστάδια καὶ περιβαρίδας;

ΦΙΛΙΠΠΟΣ

οὐχ οὗτος ὁ τρόπος· ἦ σὺ τῶν κωμῳδίων
πολλὰς ἀνέγνως τῶν Ἀριστοφάνους λίαν.

ΖΕΥΣ

καὶ γὰρ γελοῖα γ᾽, ἀλλὰ μὴ λήρει· τίη
τούτους κροκωτοὺς ἂν φοροῖεν, νὴ θεούς;

ΦΙΛΙΠΠΟΣ

ἠναγκάσ’ αὐτούς.

ΖΕΥΣ

        μῶρε, τί δʼ ἠνάγκασας;

ΦΙΛΙΠΠΟΣ

Ζεὺς γὰρ μ’ ἐκέλευσε.

ΖΕΥΣ

        οὔποτ’ ἐποίησ’ ἔγω.

ΦΙΛΙΠΠΟΣ

βάλλ’ ἐς κόρακας· τοῦ γὰρ Διὸς τοὐγχωρίου,
οὐ σοῦ λέγω. ’κέλευσεν ἐκεῖνος ὅτι πόλει
ἡμῶν ἅπασιν ἄνδρασί τε γυναιξί τε
δοῦναι κροκωτοὺς, οὔτ' ἐβούλετ’ ἐκ τοῦ λέγειν.

ΕΡΜΗΣ

σὺ δ’ οὐδὲν ὤκνει τοῦτο ποιεῖν τοῖς πολίταις;
ἐμοὶ δοκοῖς ἂν παρατενοῦμαι ἄξιος.
κροκωτοφοροῦσι δῶμεν αὐτόν, ὦ πάτερ,
ἔπειτ’ ἐκείνων πυνθανώμεθ’ εἰς δέον.

ΦΙΛΙΠΠΟΣ

“σκαιόν γ’ ἀνάλωμ’,” ὡς σοφώτερος ἐμοῦ
χὑμῶν τις εἶπε, “τοῦ στόματος” χρεῶν πέρι
κείνων πύθεσθαι. καὶ γὰρ ἢν ταύτης πόλεως
κρατῶσιν, οὐδὲν διαλέγειν ὥσπερ τὸ νῦν
ἔχετ’, ἀλλὰ δήπου συμφυγεῖν ἡμῶν μέτα
ἀναγκάσεσθε, καὶ διαπράξετ’ οὐδὲ ἕν.

ΕΡΜΗΣ

οὗτος γ’ ἔοικεν εὐλόγως εἰπεῖν, πάτερ.

ΦΙΛΙΠΠΟΣ

ἴσως τάχ’ ἄν· καὶ δὴ φέρ’ εἰπέ μοι, πότε
καὶ τίνα τρόπον τῆς Γαλατίας ἔλαβε κράτος;